Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.577 Joseph. BJ 1.582 (English) >>Joseph. BJ 1.586

1.580ἀλλʼ μὲν παρʼ ἐλπίδα σώζεται, μετʼ οὐ πολὺ δὲ νοσεῖ Φερώρας, εὑρίσκετο δὲ Ἡρώδης μετριώτερος· καὶ γὰρ ἥκει πρὸς αὐτὸν καὶ συμπαθῶς ἐθεράπευεν. οὐ μὴν ὑπερίσχυσεν τοῦ πάθους· μετὰ γὰρ ἡμέρας ὀλίγας ἀποθνήσκει Φερώρας. 1.581ὃν καίπερ ἀγαπήσας Ἡρώδης μέχρι τελευταίας ἡμέρας ὅμως καὶ αὐτὸν ἀνελεῖν ἐφημίσθη φαρμάκῳ. τόν γε μὴν νεκρὸν εἰς Ἱεροσόλυμα κομίσας πένθος τε μέγιστον ὅλῳ τῷ ἔθνει κατήγγειλεν καὶ κηδείας ἠξίωσεν λαμπροτάτης. ἕνα μὲν δὴ τῶν Ἀλεξάνδρου καὶ Ἀριστοβούλου φονέων τοιοῦτον περιέρχεται τέλος. 1.582

Μετέβαινεν δʼ ἐπὶ τὸν αὐθέντην Ἀντίπατρον ποινὴ τὸν Φερώρα θάνατον ἀρχὴν λαβοῦσα. τῶν τούτου γάρ τινες ἀπελευθέρων κατηφεῖς τῷ βασιλεῖ προσελθόντες τὸν ἀδελφὸν αὐτοῦ διεφθάρθαι φαρμάκοις ἔλεγον· προσενεγκεῖν μὲν γὰρ αὐτῷ τι τὴν γυναῖκα τῶν οὐ συνήθως ἐσκευασμένων, φαγόντα δʼ εὐθέως

-- --

εἰς τὴν νόσον καταπεσεῖν. 1.583ἀγηοχέναι τε πρὸ δυοῖν ἡμερῶν τὴν μητέρα αὐτῆς καὶ τὴν ἀδελφὴν γύναιον ἐκ τῆς Ἀραβίας φαρμάκων ἔμπειρον, ὅπως φίλτρον σκευάσῃ τῷ Φερώρᾳ, δεδωκέναι δὲ ἀντὶ τούτου θανάσιμον Συλλαίου πραγματευσαμένου· τούτῳ γὰρ ἦν γνώριμον. 1.584

Πληγεὶς οὖν βασιλεὺς ὑποψίαις πλείοσιν θεραπαίνας τε καί τινας τῶν ἐλευθέρων ἐβασάνιζεν. ἐβόα δέ τις ἐν ταῖς ἀλγηδόσινθεὸς γῆν καὶ οὐρανὸν διέπων μετέλθοι τὴν τούτων ἡμῖν τῶν κακῶν αἰτίαν, τὴν Ἀντιπάτρου μητέρα.” ταύτης τῆς ἀρχῆς βασιλεὺς λαβόμενος ἐπεξῄει πρόσω τὴν ἀλήθειαν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.577 Joseph. BJ 1.582 (English) >>Joseph. BJ 1.586

Powered by PhiloLogic